Protevangelium of James 8

1And her parents gat them down marvelling, and praising the Lord God because the child was not turned away backward. And Mary was in the temple of the Lord as a dove that is nurtured: and she received food from the hand of an angel.
Καὶ κατέβησαν οἱ γονεῖς αὐτῆς θαυμάζοντες καὶ αἰνοῦντες τὸν δεσπότην θεόν, ὅτι οὐκ ἐπεστράφη ἡ παῖς εἰς τὰ ὀπίσω. ἦν δὲ Μαρία ἐν τῷ ναῷ κυρίου ὡς περιστερὰ μεμομένη, καὶ ἐλάμβανεν τροφὴν ἐκ χειρὸς ἀγγέλου. (17509)
2And when she was twelve years old, there was a council of the priests, saying: Behold Mary is become twelve years old in the temple of the Lord. What then shall we do with her? lest she pollute the sanctuary of the Lord. And they said unto the high priest: Thou standest over the altar of the Lord. Enter in and pray concerning her: And whatsoever the Lord shall reveal to thee, that let us do.
Γενομένης δὲ αὐτῆς δωδεκαετοῦς, συμβούλιον ἐγένετο τῶν ἱερέων λεγόντων· ἰδοὺ ἡ Μαρία γέγονεν δωδεκαετὴς ἐν τῷ ναῷ κυρίου· τί οὖν αὐτὴν ποιήσωμεν, μήπως μιάνῃ τὸ ἁγίασμα κυρίου; καὶ εἶπον τῷ ἀρχιερεῖ· σὺ ἕστηκας ἐπὶ τὸ θυσιαστήριον κυρίου, εἴσελθε καὶ πρόσευξαι περὶ αὐτῆς, καὶ ὃ ἐὰν φανερώσει σοι κύριος, τοῦτο καὶ ποιήσωμεν. (33195)
3And the high priest took the vestment with the twelve bells and went in unto the Holy of Holies and prayed concerning her. And lo, an angel of the Lord appeared saying unto him: Zacharias, Zacharias, go forth and assemble them that are widowers of the people, and let them bring every man a rod, and to whomsoever the Lord shall show a sign, his wife shall she be. And the heralds went forth over all the country round about Judaea, and the trumpet of the Lord sounded, and all men ran thereto.
Καὶ εἰσῆλθεν ὁ ἀρχιερεὺς λαβὼν τὸ δωδεκακώδωμα εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ ηὔξατο περὶ αὐτῆς. καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη λέγων αὐτῷ· Ζαχαρία Ζαχαρία, ἔξελθε καὶ ἐκκλησίασον τοὺς χηρεύοντας τοῦ λαοῦ, καὶ ἐνεγκάτωσαν ἀνὰ ῥάβδον, καὶ ᾧ ἐὰν ἐπιδείξῃ κύριος σημεῖον, τούτου ἔσται γυνή. ἐξῆλθον δὲ οἱ κήρυκες καθ᾽ ὅλης τῆς περιχώρου τῆς Ἰουδαίας, καὶ ἤχησεν ἡ σάλπιγξ κυρίου, καὶ ἔδραμον πάντες. (36132)