Protevangelium of James 4

1And behold an angel of the Lord appeared, saying unto her: Anna, Anna, the Lord hath hearkened unto thy prayer, and thou shalt conceive and bear, and thy seed shall be spoken of in the whole world. And Anna said: As the Lord my God liveth, if I bring forth either male or female, I will bring it for a gift unto the Lord my God, and it shall be ministering unto him all the days of its life.
Καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη λέγων αὐτῇ· Ἄμμα Ἄμμα, ἐπήκουσε κύριος τῆς δεήσεώς σου, καὶ συλλήψει καὶ γεννήσεις, καὶ λαληθήσεται τὸ σπέρμα σου ἐν ὅλῃ τῇ οἰκουμένῃ. καὶ εἶπεν Ἄμμα· ζῇ κύριος ὁ θεός μου, ἐὰν γεννήσω εἴτε ἄρρεν εἴτε θῆλυ, προσάξω αὐτὸ δῶρον κυρίῳ τῷ θεῷ μου, καὶ ἔσται λειτουργοῦν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. (32227)
2And behold there came two messengers saying unto her: Behold Ioacim thy husband cometh with his flocks: for an angel of the Lord came down unto him saying: Ioacim, Ioacim, the Lord God hath hearkened unto thy prayer. Get thee down hence, for behold thy wife Anna shall conceive.
Καὶ ἰδοὺ ἦλθον ἄγγελοι δύο λέγοντες αὐτῇ· ἰδοὺ Ἰωακεὶμ ὁ ἀνήρ σου ἔρχεται μετὰ τῶν ποιμνίων αὐτοῦ. ἄγγελος γὰρ κυρίου κατέβη πρὸς αὐτὸν λέγων· Ἰωακεὶμ Ἰωακείμ, ἐπήκουσε κύριος ὁ θεὸς τῆς δεήσεώς σου· κατάβηθι ἐντεῦθεν· ἰδοὺ γὰρ ἡ γυνή σου Ἄμμα ἐν γαστρὶ λήψεται. (24449)
3And Ioacim gat him down and called his herdsmen saying: Bring me hither ten lambs without blemish and without spot, and they shall be for the Lord my God; and bring me twelve tender calves, and they shall be for the priests and for the assembly of the elders; and an hundred kids for the whole people.
Καὶ κατέβη Ἰωακείμ, καὶ ἐκάλεσεν τοὺς ποιμένας αὐτοῦ λέγων· φέρετέ μοι ὧδε δέκα ἀμνάδας ἀσπίλους καὶ ἀμώμους, καὶ ἔσονται κυρίῳ τῷ θεῷ μου· καὶ φέρετέ μοι δεκαδύο μόσχους ἁπαλούς, καὶ ἔσονται τοῖς ἱερεῦσι καὶ τῇ γερουσίᾳ· καὶ ἑκατὸν χιμάρους παντὶ τῷ λαῷ. (25557)
4And behold Ioacim came with his flocks, and Anna stood at the gate and saw Ioacim coming, and ran and hung upon his neck, saying: Now know I that the Lord God hath greatly blessed me: for behold the widow is no more a widow, and she that was childless shall conceive. And Ioacim rested the first day in his house.
Καὶ ἰδοὺ Ἰωακεὶμ ἦκε μετὰ τῶν ποιμνίων αὐτοῦ, καὶ ἔστη Ἄμμα πρὸς τὴν πύλην καὶ εἶδε τὸν Ἰωακεὶμ ἐρχόμενον, καὶ δραμοῦσα ἐκρεμάσθη εἰς τὸν τράχηλον αὐτοῦ λέγουσα· νῦν οἶδα ὅτι κύριος ὁ θεὸς εὐλόγησέ με σφόδρα· ἰδοὺ γὰρ ἡ χήρα οὐκέτι χήρα, καὶ ἡ ἄτεκνος ἐν γαστρὶ λήψομαι. καὶ ἀνεπαύσατο Ἰωακεὶμ τὴν πρώτην ἡμέραν εἰς τὸν οἶκον αὐτοῦ. (29216)