Protevangelium of James 13
1Now it was the sixth month with her, and behold Joseph came from his building, and he entered into his house and found her great with child. And he smote his face, and cast himself down upon the ground on sackcloth and wept bitterly, saying: With what countenance shall I look unto the Lord my God? and what prayer shall I make concerning this maiden? for I received her out of the temple of the Lord my God a virgin, and have not kept her safe. Who is he that hath ensnared me? Who hath done this evil in mine house and hath defiled the virgin? Is not the story of Adam repeated in me? for as at the hour of his giving thanks the serpent came and found Eve alone and deceived her, so hath it befallen me also.
Ἐγένετο δὲ αὐτῇ ἕκτος μήν, καὶ ἰδοὺ ἦλθεν Ἰωσὴφ ἀπὸ τῶν οἰκοδομῶν αὐτοῦ, καὶ εἰσελθὼν ἐν τῷ οἴκῳ αὐτοῦ εὗρεν αὐτὴν ὀγκωμένην. καὶ ἔτυψε τὸ πρόσωπον αὐτοῦ καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ ἐπὶ τὸν σάκκον, καὶ ἔκλαυσε πικρῶς λέγων· ποίῳ προσώπῳ ἀτενίσω πρὸς κύριον τὸν θεόν μου; τί δὲ εὔξομαι περὶ τῆς κόρης ταύτης; ὅτι παρθένον παρέλαβον αὐτὴν ἐκ ναοῦ κυρίου τοῦ θεοῦ μου, καὶ οὐκ ἐφύλαξα. τίς ὁ θηρεύσας με; τίς τὸ πονηρὸν τοῦτο ἐποίησεν ἐν τῷ οἴκῳ μου καὶ ἐμίανεν τὴν παρθένον; μήτι εἰς ἐμὲ ἀνεκεφαλαιώθη ἡ ἱστορία τοῦ Ἀδάμ; ὥσπερ γὰρ ἐν τῇ ὥρᾳ τῆς δοξολογίας αὐτοῦ ἦλθεν ὁ ὄφις καὶ εὗρε τὴν Εὔαν μόνην καὶ ἐξηπάτησεν, οὕτως κἀμοὶ ἐγένετο. (63258)
2And Joseph arose from off the sackcloth and called Mary and said unto her O thou that wast cared for by God, why hast thou done this? thou hast forgotten the Lord thy God. Why hast thou humbled thy soul, thou that wast nourished up in the Holy of Holies and didst receive food at the hand of an angel?
Καὶ ἀνέστη Ἰωσὴφ ἀπὸ τοῦ σάκκου, καὶ ἐκάλεσε τὴν Μαριὰμ καὶ εἶπεν αὐτῇ· μεμελημένη τῷ θεῷ, τί τοῦτο ἐποίησας; ἐπελάθου κυρίου τοῦ θεοῦ σου; τί ἐταπείνωσας τὴν ψυχήν σου, ἡ ἀνατραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων καὶ τροφὴν λαβοῦσα ἐκ χειρὸς ἀγγέλου; (24930)
3But she wept bitterly, saying: I am pure and I know not a man. And Joseph said unto her: Whence then is that which is in thy womb? and she said: As the Lord my God liveth, I know not whence it is come unto me.
Ἡ δὲ ἔκλαυσεν πικρῶς, λέγουσα ὅτι καθαρά εἰμι ἐγὼ καὶ ἄνδρα οὐ γινώσκω. καὶ εἶπεν αὐτῇ Ἰωσήφ· πόθεν οὖν ἐστὶ τὸ ἐν τῇ γαστρί σου; ἡ δὲ εἶπεν· ζῇ κύριος ὁ θεός μου καθότι οὐ γινώσκω πόθεν ἐστίν μοι. (17754)