Protevangelium of James 15

1Now Annas the scribe came unto him and said to him: Wherefore didst thou not appear in our assembly? and Joseph said unto him: I was weary with the journey, and I rested the first day. And Annas turned him about and saw Mary great with child.
Ἦλθεν δὲ Ἄννας ὁ γραμματεὺς πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· τί ὅτι οὐκ ἐφάνης ἐν τῇ συνόδῳ ἡμῶν; καὶ εἶπεν αὐτῷ Ἰωσήφ· ὅτι ἔκαμον ἀπὸ τῆς ὁδοῦ, καὶ ἀνεπαυσάμην τὴν πρώτην ἡμέραν. καὶ ἐστράφη καὶ εἶδεν τὴν Μαριὰμ ὀγκωμένην. (19837)
2And he went hastily to the priest and said unto him: Joseph, to whom thou bearest witness [that he is righteous] hath sinned grievously. And the priest said: Wherein? And he said: The virgin whom he received out of the temple of the Lord, he hath defiled her, and married her by stealth ( lit. stolen her marriage), and hath not declared it to the children of Israel. And the priest answered and said: Hath Joseph done this? And Annas the scribe said: Send officers, and thou shalt find the virgin great with child. And the officers went and found as he had said, and they brought her together with Joseph unto the place of judgement.
Καὶ ἀπῄει δρομαῖος πρὸς τὸν ἱερέα καὶ εἶπεν αὐτῷ· Ἰωσήφ, ὃν σὺ μαρτυρεῖς, ἠνόμησεν σφόδρα. καὶ εἶπεν ὁ ἱερεύς· τί τοῦτο; καὶ εἶπεν· τὴν παρθένον ἣν παρέλαβεν ἐκ ναοῦ κυρίου, ἐμίανεν αὐτήν, καὶ ἔκλεψεν τοὺς γάμους αὐτῆς, καὶ οὐκ ἐφανέρωσεν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἀποκριθεὶς ὁ ἱερεὺς εἶπεν· Ἰωσὴφ τοῦτο ἐποίησεν; καὶ εἶπεν Ἄννας ὁ γραμματεύς· ἀπόστειλον ὑπηρέτας, καὶ εὑρήσεις τὴν παρθένον ὀγκωμένην. καὶ ἀπῆλθον οἱ ὑπηρέται καὶ εὗρον καθὼς εἶπεν, καὶ ἀπήγαγον αὐτὴν ἅμα τῷ Ἰωσὴφ εἰς τὸ κριτήριον. (40282)
3And the priest said: Mary, wherefore hast thou done this, and wherefore hast thou humbled thy soul and forgotten the Lord thy God, thou that wast nurtured in the Holy of Holies and didst receive food at the hand of an angel and didst hear the hymns and didst dance before the Lord , wherefore hast thou done this? But she wept bitterly, saying: As the Lord my God liveth I am pure before him and I know not a man.
Καὶ εἶπεν ὁ ἱερεύς· Μαρία, τί τοῦτο ἐποίησας; καὶ ἱματί ἐταπείνωσας τὴν ψυχήν σου καὶ ἐπελάθου κυρίου τοῦ θεοῦ σου; ἡ ἀνατραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων καὶ λαβοῦσα τροφὴν ἐκ χειρὸς ἀγγέλου καὶ ἀκούσασα τῶν ὕμνων καὶ χορεύσασα ἐνώπιον αὐτοῦ, τί τοῦτο ἐποίησας; ἡ δὲ ἔκλαυσεν πικρῶς λέγουσα· ζῇ κύριος ὁ θεός μου καθότι καθαρά εἰμι ἐνώπιον αὐτοῦ καὶ ἄνδρα οὐ γινώσκω. (37530)
4And the priest said unto Joseph: Wherefore hast thou done this? And Joseph said: As the Lord my God liveth I am pure as concerning her. And the priest said: Bear no false witness but speak the truth: thou hast married her by stealth and hast not declared it unto the children of Israel, and hast not bowed thine head under the mighty hand that thy seed should be blessed. And Joseph held his peace.
Καὶ εἶπεν ὁ ἱερεὺς πρὸς Ἰωσήφ· τί τοῦτο ἐποίησας; καὶ εἶπεν Ἰωσήφ· ζῇ κύριος ὁ θεός μου καθότι καθαρός εἰμι ἐγὼ ἐξ αὐτῆς. καὶ εἶπεν ὁ ἱερεύς· μὴ ψευδομαρτύρει ἀλλὰ λέγε τὸ ἀληθές· ἔκλεψας τοὺς γάμους αὐτῆς καὶ οὐκ ἐφανέρωσας τοῖς υἱοῖς Ἰσραήλ, καὶ οὐκ ἔκλινας τὴν κεφαλήν σου ὑπὸ τὴν κραταιὰν χεῖρα ὅπως εὐλογηθῇ τὸ σπέρμα σου. καὶ Ἰωσὴφ ἐσίγησεν. (32202)