Protevangelium of James 16

1And the priest said: Restore the virgin whom thou didst receive out of the temple of the Lord. And Joseph was full of weeping. And the priest said: I will give you to drink of the water of the conviction of the Lord, and it will make manifest your sins before your eyes.
Καὶ εἶπεν ὁ ἱερεύς· ἀπόδος τὴν παρθένον ἣν παρέλαβες ἐκ ναοῦ κυρίου. καὶ περίδακρυς ἐγένετο Ἰωσήφ. καὶ εἶπεν ὁ ἱερεύς· ποτιῶ ὑμᾶς τὸ ὕδωρ τῆς ἐλέγξεως κυρίου, καὶ φανερώσει τὰ ἁμαρτήματα ὑμῶν ἐν ὀφθαλμοῖς ὑμῶν. (20576)
2And the priest took thereof and made Joseph drink and sent him into the hill-country. And he returned whole. He made Mary also drink and sent her into the hill-country. And she returned whole. And all the people marvelled, because sin appeared not in them.
Καὶ λαβὼν ὁ ἱερεὺς ἐπότισεν τὸν Ἰωσήφ, καὶ ἔπεμψεν αὐτὸν εἰς τὴν ὀρεινήν· καὶ ἦλθεν ὁλόκληρος. ἐπότισεν δὲ καὶ τὴν Μαριάμ, καὶ ἔπεμψεν αὐτὴν εἰς τὴν ὀρεινήν· καὶ ἦλθεν ὁλόκληρος. καὶ ἐθαύμασεν πᾶς ὁ λαὸς ὅτι ἁμαρτία οὐκ ἐφάνη ἐν αὐτοῖς. (16595)
3And the priest said: If the Lord God hath not made your sin manifest, neither do I condemn you. And he let them go. And Joseph took Mary and departed unto his house rejoicing, and glorifying the God of Israel.
Καὶ εἶπεν ὁ ἱερεύς· εἰ κύριος ὁ θεὸς οὐκ ἐφανέρωσε τὰ ἁμαρτήματα ὑμῶν, οὐδὲ ἐγὼ κρίνω ὑμᾶς. καὶ ἀπέλυσεν αὐτούς. καὶ παρέλαβεν Ἰωσὴφ τὴν Μαριάμ, καὶ ἀπῄει εἰς τὸν οἶκον αὐτοῦ χαίρων καὶ δοξάζων τὸν θεὸν τοῦ Ἰσραήλ. (20551)