Protevangelium of James 7
1And unto the child her months were added: and the child became two years old. And Ioacim said: Let us bring her up to the temple of the Lord that we may pay the promise which we promised; lest the Lord require it of us ( lit. send unto us), and our gift become unacceptable. And Anna said: Let us wait until the third year, that the child may not long after her father or mother. And Ioacim said: Let us wait.
Τῇ δὲ παιδὶ προσετίθεντο οἱ μῆνες αὐτῆς. ἐγένετο δὲ διετὴς ἡ παῖς, καὶ εἶπεν Ἰωακείμ· ἀνάξωμεν αὐτὴν ἐν τῷ ναῷ κυρίου, ὅπως ἀποδῶμεν τὴν ἐπαγγελίαν ἣν ἐπηγγειλάμεθα, μήπως ἀποστείλῃ ὁ δεσπότης ἐφ᾽ ἡμᾶς καὶ ἀπρόσδεκτον γένηται τὸ δῶρον ἡμῶν. καὶ εἶπεν Ἄμμα· ἀναμείνωμεν τὸ τρίτον ἔτος, ὅπως μὴ ζητήσει ἡ παῖς πατέρα ἢ μητέρα. καὶ εἶπεν Ἰωακείμ· ἀναμείνωμεν. (28345)
2And the child became three years old, and Ioacim said: Call for the daughters of the Hebrews that are undefiled, and let them take every one a lamp, and let them be burning, that the child turn not backward and her heart be taken captive away from the temple of the Lord. And they did so until they were gone up into the temple of the Lord. And the priest received her and kissed her and blessed her and said: The Lord hath magnified thy name among all generations: in thee in the latter days shall the Lord make manifest his redemption unto the children of Israel. And he made her to sit upon the third step of the altar. And the Lord put grace upon her and she danced with her feet and all the house of Israel loved her.
Καὶ ἐγένετο τριετὴς ἡ παῖς, καὶ εἶπεν Ἰωακείμ· καλέσατε τὰς θυγατέρας τῶν Ἑβραίων τὰς ἀμιάντους καὶ λαβέτωσαν ἀνὰ λαμπάδα, καὶ ἔστωσαν καιόμεναι, ἵνα μὴ στραφῇ ἡ παῖς εἰς τὰ ὀπίσω καὶ αἰχμαλωτισθῇ ἡ καρδία αὐτῆς ἐκ ναοῦ κυρίου. καὶ ἐποίησαν οὕτως ἕως ἀνέβησαν ἐν τῷ ναῷ κυρίου. καὶ ἐδέξατο αὐτὴν ὁ ἱερεύς, καὶ φιλήσας εὐλόγησεν αὐτὴν καὶ εἶπεν· ἐμεγάλυνεν κύριος τὸ ὄνομά σου ἐν πάσαις ταῖς γενεαῖς· ἐπὶ σοὶ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν φανερώσει κύριος τὸ λύτρον αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐκάθισεν αὐτὴν ἐπὶ τρίτου βαθμοῦ τοῦ θυσιαστηρίου, καὶ ἐπέβαλεν κύριος ὁ θεὸς χάριν ἐπ᾽ αὐτήν, καὶ κατεχόρευσεν τοῖς ποσὶν αὐτῆς, καὶ ἠγάπησεν αὐτὴν πᾶς οἶκος Ἰσραήλ. (59981)