Protevangelium of James 6

1And day by day the child waxed strong, and when she was six months old her mother stood her upon the ground to try if she would stand; and she walked seven steps and returned unto her bosom. And she caught her up, saying: As the Lord my God liveth, thou shalt walk no more upon this ground, until I bring thee into the temple of the Lord. And she made a sanctuary in her bedchamber and suffered nothing common or unclean to pass through it. And she called for the daughters of the Hebrews that were undefiled, and they carried her hither and thither.
Ἡμέρᾳ δὲ καὶ ἡμέρᾳ ἐκραταιοῦτο ἡ παῖς· γενομένης δὲ αὐτῆς ἑξαμηνιαίου ἔστησεν αὐτὴν ἡ μήτηρ αὐτῆς χαμαί, τοῦ διαπειράσαι εἰ ἵσταται. καὶ ἑπτὰ βήματα περιπατήσασα ἦλθεν εἰς τὸν κόλπον αὐτῆς. καὶ ἀνήρπασεν αὐτὴν λέγουσα· ζῇ κύριος ὁ θεός μου, οὐ μὴ περιπατήσῃς ἐν τῇ γῇ ταύτῃ, ἕως ἂν ἀπάξω σε εἰς τὸν ναὸν κυρίου. καὶ ἐποίησεν ἁγίασμα ἐν τῷ κοιτῶνι αὐτῆς, καὶ πᾶν κοινὸν καὶ ἀκάθαρτον οὐκ εἴα διέρχεσθαι δι᾽ αὐτῆς· καὶ ἐκάλεσε τὰς θυγατέρας τῶν Ἑβραίων τὰς ἀμιάντους, καὶ διεπλάνων αὐτήν. (38560)
2And the first year of the child was fulfilled , and Ioacim made a great feast and bade the priests and the scribes and the assembly of the elders and the whole people of Israel. And Ioacim brought the child to the priests, and they blessed her, saying: O God of our fathers, bless this child and give her a name renowned for ever among all generations. And all the people said: So be it, so be it. Amen. And he brought her to the high priests, and they blessed her, saying: O God of the high places, look upon this child, and bless her with the last blessing which hath no successor.
Ἐγένετο δὲ πρῶτος ἐνιαυτὸς τῇ παιδί, καὶ ἐποίησεν Ἰωακεὶμ δοχὴν μεγάλην, καὶ ἐκάλεσε τοὺς ἱερεῖς καὶ τοὺς γραμματεῖς καὶ τὴν γερουσίαν καὶ πάντα τὸν λαὸν τοῦ Ἰσραήλ. καὶ προσήνεγκεν Ἰωακεὶμ τὴν παῖδα τοῖς ἱερεῦσι, καὶ εὐλόγησαν αὐτὴν λέγοντες· ὁ θεὸς τῶν πατέρων ἡμῶν, εὐλόγησον τὴν παῖδα ταύτην καὶ δὸς αὐτῇ ὄνομα ὀνομαστὸν αἰώνιον ἐν πάσαις ταῖς γενεαῖς. καὶ εἶπε πᾶς ὁ λαός· γένοιτο γένοιτο, ἀμήν. καὶ προσήνεγκεν αὐτὴν τοῖς ἀρχιερεῦσι, καὶ εὐλόγησαν αὐτὴν λέγοντες· ὁ θεὸς τῶν ὑψωμάτων, ἐπίβλεψον ἐπὶ τὴν παῖδα ταύτην καὶ εὐλόγησον αὐτὴν εὐλογίαν ἐσχάτην ἥτις διαδοχὴν οὐκ ἔχει. (48736)
3And her mother caught her up into the sanctuary of her bedchamber and gave her suck. And Anna made a song unto the Lord God, saying: I will sing an hymn unto the Lord my God, because he hath visited me and taken away from me the reproach of mine enemies, and the Lord hath given me a fruit of his righteousness, single and manifold before him. Who shall declare unto the sons of Reuben that Anna giveth suck? Hearken, hearken, ye twelve tribes of Israel, that Anna giveth suck. And she laid the child to rest in the bedchamber of her sanctuary, and went forth and ministered unto them. And when the feast was ended, they gat them down rejoicing, and glorifying the God of Israel.
Καὶ ἀνήρπασεν αὐτὴν ἡ μήτηρ αὐτῆς ἐν τῷ ἁγιάσματι τοῦ κοιτῶνος αὐτῆς, καὶ ἔδωκεν αὐτῇ μασθόν. καὶ ἐποίησεν Ἄμμα ᾆσμα κυρίῳ τῷ θεῷ λέγουσα· ᾄσω ᾠδὴν κυρίῳ τῷ θεῷ μου, ὅτι ἐπεσκέψατό με καὶ ἀφείλατο ἀπ᾽ ἐμοῦ τὸ ὄνειδος τῶν ἐχθρῶν μου· καὶ ἔδωκέν μοι κύριος καρπὸν δικαιοσύνης αὐτοῦ, μονοούσιον πολυπλάσιον ἐνώπιον αὐτοῦ. τίς ἀναγγελεῖ τοῖς υἱοῖς Ῥουβὶμ ὅτι Ἄμμα θηλάζει; ἀκούσατε ἀκούσατε, αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ, ὅτι Ἄμμα θηλάζει. καὶ ἀνέπαυσεν αὐτὴν ἐν τῷ κοιτῶνι τοῦ ἁγιάσματος αὐτῆς, καὶ ἐξῆλθεν καὶ διηκόνει αὐτοῖς. τελεσθέντος δὲ τοῦ δείπνου κατέβησαν εὐφραινόμενοι καὶ δοξάζοντες τὸν θεὸν Ἰσραήλ. (58403)