Protevangelium of James 20
1And the midwife went in and said unto Mary: Order thyself, for there is no small contention arisen concerning thee. And Salome made trial and cried out and said: Woe unto mine iniquity and mine unbelief, because I have tempted the living God, and lo, my hand falleth away from me in fire. And she bowed her knees unto the Lord, saying: O God of my fathers, remember that I am the seed of Abraham and Isaac and Jacob: make me not a public example unto the children of Israel, but restore me unto the poor, for thou knowest, Lord, that in thy name did I perform my cures, and did receive my hire of thee.
Καὶ εἰσῆλθεν ἡ μαῖα καὶ εἶπε τῇ Μαριάμ· σχημάτισον σεαυτήν· οὐ γὰρ μικρὸς ἀγὼν πέρίκειται περὶ σοῦ. καὶ Μαρία ἀκούσασα ταῦτα ἐσχημάτισεν ἑαυτήν. καὶ ἔβαλε Σαλώμη τὸν δάκτυλον αὐτῆς εἰς τὴν φύσιν αὐτῆς, καὶ ἠλάλαξε καὶ εἶπεν· οὐαὶ τῇ ἀνομίᾳ μου καὶ τῇ ἀπιστίᾳ μου, ὅτι ἐξεπείρασα θεὸν ζῶντα, καὶ ἰδοὺ ἡ χείρ μου πυρὶ ἀποπίπτεται ἀπ᾽ ἐμοῦ. καὶ ἔκλινεν τὰ γόνατα αὐτῆς πρὸς τὸν δεσπότην λέγουσα· ὁ θεὸς τῶν πατέρων μου, μνήσθητί μου ὅτι σπέρμα εἰμὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· μὴ παραδειγματίσῃς με τοῖς υἱοῖς Ἰσραήλ, ἀλλὰ ἀπόδος με τοῖς πένησιν· σὺ γὰρ οἶδας, δέσποτα, ὅτι ἐπὶ τῷ σῷ ὀνόματι τὰς θεραπείας μου ἐπετέλουν καὶ τὸν μισθόν μου παρὰ σοῦ ἐλάμβανον. (50818)
3And lo, an angel of the Lord appeared, saying unto her: Salome, Salome, the Lord hath hearkened to thee: bring thine hand near unto the young child and take him up, and there shall be unto thee salvation and joy.
Καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη λέγων πρὸς αὐτήν· Σαλώμη Σαλώμη, ἐπήκουσέν σου κύριος· πρόσενεγκε τὴν χεῖρά σου τῷ παιδίῳ καὶ βάστάξον αὐτό, καὶ ἔσται σοι σωτηρία καὶ χαρά. (17740)
4And Salome came near and took him up, saying: I will do him worship, for a great king is born unto Israel. And behold immediately Salome was healed: and she went forth of the cave justified. And lo, a voice saying: Salome, Salome, tell none of the marvels which thou hast seen, until the child enter into Jerusalem.
Καὶ προσῆλθε Σαλώμη καὶ ἐβάσταξεν αὐτό, λέγουσα· προσκυνήσω αὐτῷ, ὅτι βασιλεὺς ἐγεννήθη μέγας τῷ Ἰσραήλ. καὶ ἰδοὺ εὐθέως ἰάθη Σαλώμη, καὶ ἐξῆλθεν ἐκ τοῦ σπηλαίου δεδικαιωμένη. καὶ ἰδοὺ φωνὴ λέγουσα· Σαλώμη Σαλώμη, μὴ ἀναγγείλῃς ὅσα εἶδες παράδοξα, ἕως οὗ εἰσέλθῃ εἰς Ἱερουσαλὴμ ὁ παῖς. (25123)