Protevangelium of James 11
1And she took the pitcher and went forth to fill it with water: and lo a voice saying: Hail, thou that art highly favoured; the Lord is with thee: blessed art thou among women. And she looked about her upon the right hand and upon the pve left, to see whence this voice should be: and being filled with trembling she went to her house and set down the pitcher, and took the purple and sat down upon her seat and drew out the thread.
Καὶ ἔλαβεν τὴν κάλπην καὶ ἐξῆλθεν γεμίσαι ὕδωρ· καὶ ἰδοὺ φωνὴ λέγουσα· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν. καὶ περιεβλέπετο δεξιὰ καὶ ἀριστερά, πόθεν αὕτη ἡ φωνή. καὶ σύντρομος γενομένη ἀπῄει εἰς τὸν οἶκον αὐτῆς καὶ ἀνέπαυσεν τὴν κάλπην, καὶ λαβοῦσα τὴν πορφύραν ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτῆς καὶ εἷλκεν αὐτήν. (26270)
See also: Luke 1:28
2And behold an angel of the Lord stood before her saying: Fear not, Mary, for thou hast found grace before the Lord of all things, and thou shalt conceive of his word. And she, when she heard it, questioned in herself, saying: Shall I verily conceive of the living God, and bring forth after the manner of ail women? And the angel of the Lord said: Not so, Mary, for a power of the Lord shall overshadow thee: wherefore also that holy thing which shall be born of thee shall be called the Son of the Highest. And thou shalt call his name Jesus: for he shall save his people from their sins. And Mary said: Behold the handmaid of the Lord is before him: be it unto me according to thy word.
Καὶ ἰδοὺ ἄγγελος κυρίου ἔστη ἐνώπιον αὐτῆς λέγων· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν ἐνώπιον τοῦ πάντων δεσπότου, καὶ συλλήψῃ ἐκ λόγου αὐτοῦ. ἡ δὲ ἀκούσασα διεκρίθη ἐν ἑαυτῇ λέγουσα· εἰ ἐγὼ συλλήψομαι ἀπὸ κυρίου θεοῦ ζῶντος, καὶ γεννήσω ὡς πᾶσα γυνὴ γεννᾷ; καὶ εἶπεν ὁ ἄγγελος κυρίου· οὐχ οὕτως, Μαριάμ· δύναμις γὰρ κυρίου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς ὑψίστου. καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. καὶ εἶπεν Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου κατενώπιον αὐτοῦ· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. (57691)
See also: Luke 1:38