Protevangelium of James 17

1Now there went out a decree from Augustus the king that all that were in Bethlehem of Judaea should be recorded. And Joseph said: I will record my sons: but this child, what shall I do with her? how shall I record her? as my wife? nay , I am ashamed. Or as my daughter? but all the children of Israel know that she is not my daughter. This day of the Lord shall do as the Lord willeth.
Κέλευσις δὲ ἐγένετο ἀπὸ Αὐγούστου βασιλέως ἀπογράφεσθαι πάντας τοὺς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. καὶ εἶπεν Ἰωσήφ· ἐγὼ ἀπογράψομαι τοὺς υἱούς μου· ταύτην δὲ τὴν παῖδα τί ποιήσω; πῶς αὐτὴν ἀπογράψομαι; γυναῖκα ἐμήν; αἰσχύνομαι. ἀλλὰ θυγατέρα; ἀλλ᾽ οἴδασιν πάντες οἱ υἱοὶ Ἰσραὴλ ὅτι οὐκ ἔστι μου θυγάτηρ. αὕτη ἡ ἡμέρα κυρίου ποιήσει ὡς βούλεται κύριος. (32958)
See also: Luke 2:1
2And he saddled the she-ass, and set her upon it, and his son led it and Joseph followed after. And they drew near (unto Bethlehem) within three miles: and Joseph turned himself about and saw her of a sad countenance and said within himself: Peradventure that which is within her paineth her. And again Joseph turned himself about and saw her laughing, and said unto her: Mary, what aileth thee that I see thy face at one time laughing and at another time sad? And Mary said unto Joseph: It is because I behold two peoples with mine eyes, the one weeping and lamenting and the other rejoicing and exulting.
Καὶ ἐπέστρωσεν τὴν ὄνον καὶ ἐπεκάθισεν αὐτήν, καὶ εἷλκεν ὁ υἱὸς αὐτοῦ, καὶ ἠκολούθει Ἰωσήφ. καὶ ἤγγισαν ἐπὶ μιλίων τριῶν· καὶ ἐστράφη Ἰωσήφ, καὶ εἶδεν αὐτὴν στυγνήν, καὶ εἶπεν ἐν ἑαυτῷ· ἴσως τὸ ἐν αὐτῇ χειμάζει αὐτήν. καὶ πάλιν ἐστράφη Ἰωσήφ, καὶ εἶδεν αὐτὴν γελῶσαν. καὶ εἶπεν αὐτῇ· Μαρία, τί σοί ἐστιν τοῦτο, ὅτι τὸ πρόσωπόν σου βλέπω ποτὲ μὲν γελῶν, ποτὲ δὲ στυγμάζον; καὶ εἶπε Μαριὰμ τῷ Ἰωσήφ· ὅτι δύο λαοὺς βλέπω τοῖς ὀφθαλμοῖς μου, ἕνα κλαίοντα καὶ κοπτόμενον, καὶ ἕνα χαίροντα καὶ ἀγαλλιώμενον. (46435)
3And they came to the midst of the way, and Mary said unto him: Take me down from the ass, for that which is within me presseth me, to come forth. And he took her down from the ass and said unto her: Whither shall I take thee to hide thy shame? for the place is desert.
Καὶ ἦλθον ἐν τῇ μέσῃ ὁδῷ, καὶ εἶπεν αὐτῷ Μαριάμ· κατάγαγέ με ἀπὸ τῆς ὄνου, ὅτι τὸ ἐν ἐμοὶ ἐπείγει με προελθεῖν. καὶ κατήγαγεν αὐτὴν ἀπὸ τῆς ὄνου, καὶ εἶπεν αὐτῇ· ποῦ σε ἀπάξω καὶ σκεπάσω σου τὴν ἀσχημοσύνην; ὅτι ὁ τόπος ἔρημός ἐστιν. (17809)