Infancy Gospel of Thomas 19
1And when he was twelve years old his parents went according to the custom unto Jerusalem to the feast of the passover with their company: and after the passover they returned to go unto their house. And as they returned the child Jesus went back to Jerusalem; but his parents supposed that he was in their company.
Ὄντος δὲ αὐτοῦ δωδεκαετοῦς ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατὰ τὸ ἔθος εἰς Ἱερουσαλὴμ εἰς τὴν ἑορτὴν τοῦ πάσχα μετὰ τῆς συνοδίας αὐτῶν, καὶ μετὰ τὸ πάσχα ὑπέστρεφον εἰς τὸν οἶκον αὐτῶν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτοὺς ἀνῆλθε τὸ παιδίον Ἰησοῦς εἰς Ἱεροσόλυμα· οἱ δὲ γονεῖς αὐτοῦ ἐνόμισαν αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι. (31339)
See also: Luke 2:42
2And when they had gone a day’s journey, they sought him among their kinsfolk, and when they found him not, they were troubled, and returned again to the city seeking him. And after the third day they found him in the temple sitting in the midst of the doctors and hearing and asking them questions . And all men paid heed to him and marvelled how that being a young child he put to silence the elders and teachers of the people, expounding the heads of the law and the parables of the prophets.
Ὁδευσάντων δὲ ὁδὸν ἡμέρας μιᾶς, ἐζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν αὐτῶν, καὶ μὴ εὑρόντες αὐτὸν ἐλυπήθησαν, καὶ ὑπέστρεψαν πάλιν εἰς τὴν πόλιν ζητοῦντες αὐτόν. καὶ μετὰ τρίτην ἡμέραν εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα καὶ ἐρωτῶντα αὐτούς. προσεῖχον δὲ πάντες καὶ ἐθαύμαζον, πῶς παιδίον ὑπάρχων ἀποστομίζει τοὺς πρεσβυτέρους καὶ διδασκάλους τοῦ λαοῦ, ἐπιλύων τὰ κεφάλαια τοῦ νόμου καὶ τὰς παραβολὰς τῶν προφητῶν. (47928)
See also: Luke 2:46
3And his mother Mary came near and said unto him: Child, wherefore hast thou so done unto us? behold we have sought thee sorrowing. And Jesus said unto them: Why seek ye me? know ye not that I must be in my Father’s house?
Προσελθοῦσα δὲ ἡ μήτηρ αὐτοῦ Μαρία εἶπεν αὐτῷ· ἱνατί τοῦτο ἐποίησας ἡμῖν, τέκνον; ἰδοὺ ὀδυνώμενοι ἐζητοῦμέν σε. καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· τί με ζητεῖτε; οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶμαί με; (17539)
See also: Luke 2:49
4But the scribes and Pharisees said: Art thou the mother of this child? and she said: I am. And they said unto her: Blessed art thou among women because God hath blessed the fruit of thy womb. For such glory and such excellence and wisdom we have neither seen nor heard at any time.
Οἱ δὲ γραμματεῖς καὶ Φαρισαῖοι εἶπον· σὺ εἶ μήτηρ τοῦ παιδίου τούτου; ἡ δὲ εἶπεν· ἐγώ εἰμι. καὶ εἶπον αὐτῇ· μακαρία σὺ εἶ ἐν γυναιξίν, ὅτι ηὐλόγησεν ὁ θεὸς τὸν καρπὸν τῆς κοιλίας σου· τοιαύτην γὰρ δόξαν καὶ τοιαύτην ἀρετὴν καὶ σοφίαν οὔτε ἴδομεν οὔτε ἠκούσαμέν ποτε. (19985)
5And Jesus arose and followed his mother and was subject unto his parents: but his mother kept in mind all that came to pass. And Jesus increased in wisdom and stature and grace. Unto him be glory for ever and ever. Amen.
Ἀναστὰς δὲ Ἰησοῦς ἠκολούθησεν τῇ μητρὶ αὐτοῦ, καὶ ἦν ὑποτασσόμενος τοῖς γονεῦσιν αὐτοῦ. ἡ δὲ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ γενόμενα. ὁ δὲ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (22305)
See also: Luke 2:52