Infancy Gospel of Thomas 15
1And after some time yet another teacher which was a faithful friend of Joseph said to him: Bring the young child unto me to the school, peradventure I may be able by cockering him to teach him the letters. And Joseph said: If thou hast no fear, my brother, take him with thee. And he took him with him, in fear and much trouble of spirit, but the young child followed him gladly.
Μετὰ δὲ χρόνον τινὰ ἕτερος πάλιν καθηγητής, γνήσιος φίλος ὢν τοῦ Ἰωσήφ, εἶπεν αὐτῷ· ἄγαγέ μοι τὸ παιδίον εἰς το παιδευτήριον· ἴσως ἂν δυνηθῶ ἐγὼ μετὰ κολακίας διδάξαι αὐτὸ τὰ γράμματα. καὶ εἶπεν Ἰωσήφ· εἰ θαρρεῖς, ἀδελφέ, ἔπαρον αὐτὸ μετὰ σεαυτοῦ. καὶ λαβὼν αὐτὸ μετ᾽ αὐτοῦ μετὰ φόβου καὶ ἀγῶνος πολλοῦ, τὸ δὲ παιδίον ἡδέως ἐπορεύετο. (31804)
2And going with boldness into the school he found a book lying upon the pulpit and he took it, and read not the letters that were therein, but opened his mouth and spake by the Holy Spirit, and taught the law to them that stood by. And a great multitude came together and stood there hearkening, and marvelled at the beauty of his teaching and the readiness of his words, in that being an infant he uttered such things.
Καὶ εἰσελθὼν θρασὺς εἰς τὸ διδασκαλεῖον εὗρε βιβλίον κείμενον ἐν τῷ ἀναλογίῳ, καὶ λαβὼν αὐτὸ οὐκ ἀνεγίνωσκε τὰ γράμματα τὰ ἐν αὐτῷ, ἀλλὰ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐλάλει πνεύματι ἁγίῳ, καὶ ἐδίδασκε τὸν νόμον τοὺς περιεστῶτας. ὄχλος δὲ πολὺς συνελθόντες παριστήκεισαν ἀκούοντες αὐτοῦ, καὶ ἐθαύμαζον ἐν τῇ ὡραιότητι τῆς διδασκαλίας αὐτοῦ καὶ τῇ ἑτοιμασίᾳ τῶν λόγων αὐτοῦ, ὅτι μήπιον ὢν τοιαῦτα φθέγγεται. (39137)
3But when Joseph heard it, he was afraid, and ran unto the school thinking whether this teacher also were without skill ( or smitten with infirmity): but the teacher said unto Joseph: Know, my brother, that I received this child for a disciple, but he is full of grace and wisdom; and now I beseech thee, brother, take him unto thine house.
Ἀκούσας δὲ Ἰωσὴφ ἐφοβήθη, καὶ ἔδραμεν εἰς τὸ διδασκαλεῖον, λογισάμενος μὴ οὗτος ὁ καθηγητής ἐστιν ἄπειρος. εἶπε δὲ ὁ καθηγητής τῷ Ἰωσήφ· ἵνα εἰδῇς, ἀδελφέ, ὅτι ἐγὼ μὲν παρέλαβον τὸ παιδίον ὡς μαθητήν, αὐτὸ δὲ πολλῆς χάριτος καὶ σοφίας μεστόν ἐστιν· καὶ λοιπὸν ἀξιῶ σε, ἀδελφέ, ἆρον αὐτὸ εἰς τὸν οἶκόν σου. (24692)
4And when the young child heard that, he smiled upon him and said: Forasmuch as thou hast said well and hast borne right witness, for thy sake shall he also that was smitten be healed. And forthwith the other teacher was healed. And Joseph took the young child and departed unto his house.
Ὡς δὲ ἤκουσεν τὸ παιδίον ταῦτα, εὐθέως προσεγέλασεν αὐτῷ καὶ εἶπεν· ἐπειδὴ ὀρθῶς ἐλάλησας καὶ ὀρθῶς ἐμαρτύρησας, διὰ σὲ κἀκεῖνος ὁ πληγωθεὶς ἰαθήσεται. καὶ παραυτὰ ἰάθη ὁ ἕτερος καθηγητής. παρέλαβε δὲ ὁ Ἰωσὴφ τὸ παιδίον καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. (20800)