Infancy Gospel of Thomas 17

1And after these things, in the neighbourhood of Joseph, a little child fell sick and died, and his mother wept sore. And Jesus heard that there w as great mourning and trouble and he ran quickly and found the child dead: and he touched his breast and said: I say unto thee, Child, die not, but live and be with thy mother. And straightway it looked up and laughed. And he said to the woman: Take him up and give him milk, and remember me.
Μετὰ δὲ ταῦτα ἐν τῇ γειτονίᾳ τοῦ Ἰωσὴφ νοσῶν τι μήπιον ἀπέθανεν, καὶ ἔκλαιεν ἡ μήτηρ αὐτοῦ σφόδρα. ἤκουσε δὲ ὁ Ἰησοῦς ὅτι πένθος μέγα καὶ θόρυβος γίνεται, καὶ ἔδραμε σπουδαίως· καὶ εὑρὼν τὸ παιδίον νεκρόν, καὶ ἥψατο τοῦ στήθους αὐτοῦ καὶ εἶπεν· σοὶ λέγω, βρέφος, μὴ ἀποθάνῃς ἀλλὰ ζῆσον, καὶ ἔστω μετὰ τῆς μητρός σου. καὶ εὐθὺς ἀναβλέψας ἐγέλασεν. εἶπε δὲ τῇ γυναικί· ἆρον αὐτὸ καὶ δὸς γάλα, καὶ μνημόνευέ μου. (33701)
2And the multitude that stood by saw it and marvelled, and said: Of a truth this young child is either a god or an angel of God; for every word of his is a perfect work. And Jesus departed thence, and was playing with other children.
Καὶ ἰδὼν ὁ παρεστὼς ὄχλος ἐθαύμασεν, καὶ εἶπον· ἀληθῶς τὸ παιδίον τοῦτο ἢ θεός ἢ ἄγγελος θεοῦ, ὅτι πᾶς λόγος αὐτοῦ ἔργον ἐστὶν ἕτοιμον. καὶ ἐξῆλθεν ὁ Ἰησοῦς ἐκεῖθεν παίζων μετὰ ἑτέρων παιδίων. (16769)