Gospel of Nicodemus, Part I: The Acts of Pilate 8

1And certain others, even a multitude both of men and women cried out, saying: This man is a prophet and the devils are subject unto him. Pilate saith to them which said: The devils are subject unto him: Wherefore were not your teachers also subject unto him? They say unto Pilate: We know not. Others also said: He raised up Lazarus which was dead out of his tomb after four days. And the governor was afraid and said unto all the multitude of the Jews: Wherefore will ye shed innocent blood?
Καὶ ἄλλοι δέ τινες πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ἔκραζον λέγοντες· οὗτος ὁ ἄνθρωπος προφήτης ἐστίν, καὶ τὰ δαιμόνια αὐτῷ ὑποτάσσονται. λέγει ὁ Πιλάτος πρὸς τοὺς εἰπόντας αὐτῷ ὅτι τὰ δαιμόνια αὐτῷ ὑποτάσσονται· διατί καὶ οἱ διδάσκαλοι ὑμῶν οὐχ ὑπετάγησαν αὐτῷ; λέγουσιν τῷ Πιλάτῳ· οὐκ οἴδαμεν. ἄλλοι δὲ εἶπον ὅτι τὸν Λάζαρον τεθνηκότα ἤγειρεν ἐκ τοῦ μνημείου τετραήμερον. ἔντρομος δὲ γενόμενος ὁ ἡγεμὼν λέγει πρὸς ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων· τί θέλετε ἐκχέειν αἷμα ἀθῷον; (43957)