Gospel of Nicodemus, Part I: The Acts of Pilate 3
1And Pilate was filled with indignation and went forth without the judgement hall and saith unto them: I call the Sun to witness that I find no fault in this man. The Jews answered and said to the governor: If this man were not a malefactor we would not have delivered him unto thee. And Pilate said: Take ye him and judge him according to your law. The Jews said unto Pilate: It is not lawful for us to put any man to death. Pilate said: Hath God forbidden you to slay, and allowed me?
Καὶ θυμοῦ πλησθεὶς ὁ Πιλάτος ἐξῆλθεν ἔξω τοῦ πραιτωρίου καὶ λέγει αὐτοῖς· μάρτυρα ἔχω τὸν ἥλιον ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν τῷ ἡγεμόνι· εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἂν σοι παρεδώκαμεν αὐτόν. εἶπεν δὲ ὁ Πιλάτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπαν οἱ Ἰουδαῖοι τῷ Πιλάτῳ· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. εἶπεν ὁ Πιλάτος· ὑμῖν εἶπεν ὁ θεὸς μὴ ἀποκτεῖναι, ἀλλ᾽ ἐμοί; (39222)
2And Pilate went in again into the judgement hall and called Jesus apart and said unto him: Art thou the King of the Jews? Jesus answered and said to Pilate: Sayest thou this thing of thyself, or did others tell it thee of me? Pilate answered Jesus: Am I also a Jew? thine own nation and the chief priests have delivered thee unto me: what hast thou done? Jesus answered: My kingdom is not of this world; for if my kingdom were of this world, my servants would have striven that I should not be delivered to the Jews: but now is my kingdom not from hence. Pilate said unto him: Art thou a king, then? Jesus answered him: Thou sayest that I am a king; for this cause was I born and am come, that every one that is of the truth should hear my voice. Pilate saith unto him: What is truth? Jesus saith unto him: Truth is of heaven. Pilate saith: Is there not truth upon earth? Jesus saith unto Pilate: Thou seest how that they which speak the truth are judged of them that have authority upon earth.
Καὶ εἰσῆλθεν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλάτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν κατ᾽ ἰδίαν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ἀπεκρίθη ὁ Ἰησοῦς τῷ Πιλάτῳ· ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; ἀπεκρίθη ὁ Πιλάτος πρὸς τὸν Ἰησοῦν· μήτι κἀγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ γὰρ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νυνὶ δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. εἶπεν αὐτῷ ὁ Πιλάτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ· εἰς τοῦτο γὰρ γεγέννημαι καὶ ἐλήλυθα, ἵνα πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούσῃ μου τῆς φωνῆς. λέγει αὐτῷ ὁ Πιλάτος· τί ἐστιν ἀλήθεια; λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀλήθεια ἐξ οὐρανοῦ. λέγει ὁ Πιλάτος· ἐπὶ γῆς ἀλήθεια οὐκ ἔστιν; λέγει ὁ Ἰησοῦς τῷ Πιλάτῳ· ὁρᾷς, οἱ τὴν ἀλήθειαν λέγοντες πῶς κρίνονται ἀπὸ τῶν ἐχόντων τὴν ἐξουσίαν ἐπὶ γῆς. (85885)
See also: John 18:36, John 18:38