Gospel of Nicodemus, Part I: The Acts of Pilate 11

1And it was about the sixth hour, and there was darkness over the land until the ninth hour, for the sun was darkened: and the veil of the temple was rent asunder in the midst. And Jesus called with a loud voice and said: Father, baddach ephkid rouel, which is interpreted: Into thy hands I commend my spirit. And having thus said he gave up the ghost. And when the centurion saw what was done, he glorified God, saying: This man was righteous. And all the multitudes that had come to the sight, when they beheld what was done smote their breasts and returned.
Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐπὶ τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου σκοτισθέντος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πατήρ, βαδδὰχ ἐφκὶδ ῥουέλ, ὃ ἑρμηνεύεται· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. καὶ τοῦτο εἰπὼν παρέδωκε τὸ πνεῦμα. ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων ὅτι ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ παραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. (50207)
2But the centurion reported unto the governor the things that had come to pass: and when the governor and his wife heard, they were sore vexed, and neither ate nor drank that day. And Pilate sent for the Jews and said unto them: Did ye see that which came to pass? But they said: There was an eclipse of the sun after the accustomed sort.
Ὁ δὲ ἑκατόνταρχος ἀνήνεγκεν τῷ ἡγεμόνι τὰ γενόμενα. ἀκούσας δὲ ὁ ἡγεμὼν καὶ ἡ γυνὴ αὐτοῦ ἐλυπήθησαν σφόδρα, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. μεταπεμψάμενος δὲ ὁ Πιλάτος τοὺς Ἰουδαίους εἶπεν αὐτοῖς· ἐθεωρήσατε τὰ γενόμενα; οἱ δὲ λέγουσιν· ἔκλειψις ἡλίου γέγονεν κατὰ τὸ εἰωθός. (23330)
3And his acquaintance had stood afar off, and the women which came with him from Galilee, beholding these things. But a certain man named Joseph, being a counsellor, of the city of Arimathaea, who also himself looked for the kingdom of God this man went to Pilate and begged the body of Jesus. And he took it down and wrapped it in a clean linen cloth and laid it in a hewn sepulchre wherein was never man yet laid.
Εἱστήκεισαν δὲ οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνελθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα. ἀνὴρ δέ τις ὄνομα Ἰωσήφ, βουλευτὴς ἀπὸ Ἀριμαθαίας πόλεως ὑπάρχων, προσδεχόμενος καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ, οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν ἐν σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν μνημείῳ λαξευτῷ, ἐν ᾧ οὐδεὶς οὐδέπω ἦν κείμενος. (41220)