Gospel of Nicodemus, Part I: The Acts of Pilate 10

1And Jesus went forth of the judgement hall and the two malefactors with him. And when they were come to the place they stripped him of his garments and girt him with a linen cloth and put a crown of thorns about his head: likewise also they hanged up the two malefactors. But Jesus said: Father forgive them, for they know not what they do. And the soldiers divided his garments among them. And the people stood looking upon him, and the chief priests and the rulers with them derided him, saying: He saved others let him save himself: if he be the son of God [let him come down from the cross]. And the soldiers also mocked him, coming and offering him vinegar with gall; and they said: If thou be the King of the Jews, save thyself. And Pilate after the sentence commanded his accusation to be written for a title in letters of Greek and Latin and Hebrew according to the saying of the Jews: that he was the King of the Jews.
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς ἐκ τοῦ πραιτωρίου, καὶ οἱ δύο κακοῦργοι σὺν αὐτῷ. καὶ ὅτε ἀπῆλθαν ἐπὶ τὸν τόπον, ἐξέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ περιέζωσαν αὐτὸν λέντιον, καὶ στέφανον ἐξ ἀκανθῶν περιέθηκαν αὐτῷ περὶ τὴν κεφαλήν. καὶ ἐσταύρωσαν αὐτόν· ἅμα δὲ καὶ τοὺς δύο κακούργους ἐκρέμασαν σὺν αὐτῷ. ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ οἱ στρατιῶται. καὶ ἵστατο ὁ λαὸς θεωρῶν αὐτόν. καὶ ἐξεμυκτήριζον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν· εἰ υἱός ἐστιν τοῦ θεοῦ οὗτος, καταβάτω ἀπὸ τοῦ σταυροῦ. ἐνέπαιζον δὲ αὐτῷ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος μετὰ χολῆς προσφέροντες αὐτῷ, καὶ ἔλεγον· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. ἐκέλευσεν δὲ ὁ Πιλάτος μετὰ τὴν ἀπόφασιν εἰς τίτλον ἐπιγραφῆναι τὴν αἰτίαν αὐτοῦ γράμμασιν ἑλληνικοῖς ῥωμαϊκοῖς καὶ ἑβραϊκοῖς, καθὼς εἶπαν οἱ Ἰουδαῖοι ὅτι βασιλεύς ἐστιν τῶν Ἰουδαίων. (93794)
2And one of the malefactors that were hanged [by name Gestas] spake unto him, saying: If thou be the Christ, save thyself, and us. But Dysmas answering rebuked him, saying: Dost thou not at all fear God, seeing thou art in the same condemnation? and we indeed justly, for we receive the due reward of our deeds; but this man hath done nothing amiss. And he said unto Jesus: Remember me, Lord, in thy kingdom. And Jesus said unto him: Verily, verily, I say unto thee, that today thou shalt be (art) with me in paradise.
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἔφη αὐτῷ λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. ἀποκριθεὶς δὲ Δυσμᾶς ἐπετίμα αὐτῷ λέγων· οὐδὲν φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν κακὸν ἐποίησεν. καὶ ἔλεγεν τῷ Ἰησοῦ· μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι ὅτι σήμερον μετ᾽ ἐμοῦ ἐν τῷ παραδείσῳ εἶ. (40416)
See also: Luke 23:42